Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.27 Joseph. AJ 11.33 (English) >>Joseph. AJ 11.38

11.31

Μετὰ δὲ τὴν τῶν μάγων ἀναίρεσιν, οἳ μετὰ τὸν Καμβύσου θάνατον τὴν Περσῶν ἀρχὴν ἐνιαυτῷ κατέσχον οἱ λεγόμενοι ἑπτὰ οἶκοι τῶν Περσῶν τὸν Ὑστάσπου παῖδα Δαρεῖον ἀπέδειξαν βασιλέα. οὗτος ἰδιώτης ὢν ηὔξατο τῷ θεῷ, εἰ γένοιτο βασιλεύς, πάντα τὰ σκεύη τοῦ θεοῦ, ὅσα ἦν ἔτι ἐν Βαβυλῶνι, πέμψειν εἰς τὸν ναὸν τὸν ἐν Ἱεροσολύμοις. 11.32ἔτυχεν δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν ἀφικόμενος πρὸς Δαρεῖον ἐξ Ἱεροσολύμων Ζοροβάβηλος, ὃς τῶν αἰχμαλώτων Ἰουδαίων ἡγεμὼν ἀπεδέδεικτο· πάλαι γὰρ ἦν αὐτῷ φιλία πρὸς τὸν βασιλέα, διʼ ἣν καὶ σωματοφυλακεῖν αὐτὸν μετʼ ἄλλων δύο κριθεὶς ἄξιος ἀπέλαυεν ἧς ἤλπισεν τιμῆς. 11.33

Τῷ δὲ πρώτῳ τῆς βασιλείας ἔτει Δαρεῖος ὑποδέχεται λαμπρῶς καὶ μετὰ πολλῆς παρασκευῆς τούς τε περὶ αὐτὸν καὶ τοὺς οἴκοι γεγονότας καὶ τοὺς τῶν Μήδων ἡγεμόνας καὶ σατράπας τῆς Περσίδος καὶ τοπάρχας τῆς Ἰνδικῆς ἄχρι τῆς Αἰθιοπίας καὶ τοὺς στρατηγοὺς τῶν ἑκατὸν εἰκοσιεπτὰ σατραπειῶν. 11.34ἐπεὶ δὲ κατευωχηθέντες ἄχρι κόρου καὶ πλησμονῆς ἀνέλυσαν κοιμηθησόμενοι παρʼ αὐτοὺς ἕκαστοι, Δαρεῖος βασιλεὺς ἐλθὼν ἐπὶ τὴν κοίτην καὶ βραχὺ τῆς νυκτὸς ἀναπαυσάμενος ἔξυπνος γίνεται, καὶ μηκέτι κατακοιμηθῆναι δυνάμενος εἰς ὁμιλίαν τρέπεται μετὰ τῶν τριῶν σωματοφυλάκων, 11.35καὶ τῷ λόγον ἐροῦντι περὶ ὧν αὐτὸς ἀνακρίνειν μέλλει τὸν ἀληθέστερον καὶ συνετώτερον, τούτῳ γέρας δώσειν ὑπισχνεῖται νικητήριον πορφύραν ἐνδύσασθαι καὶ ἐν ἐκπώμασιν χρυσοῖς πίνειν καὶ ἐπὶ χρυσίου καθεύδειν καὶ ἅρμα χρυσοχάλινον καὶ κίδαριν βύσσινον καὶ περιαυχένιον χρύσεον, καὶ μετʼ αὐτὸν ἕξειν προεδρίαν διὰ τὴν σοφίαν καὶ συγγενής μου,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.27 Joseph. AJ 11.33 (English) >>Joseph. AJ 11.38

Powered by PhiloLogic